Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.196 Joseph. AJ 1.201 (English) >>Joseph. AJ 1.204

1.199

Ταῦτʼ ἀκούσας Ἅβραμος ἤλγησεν ἐπὶ τοῖς Σοδομίταις καὶ τὸν θεὸν ἀναστὰς ἱκέτευσε παρακαλῶν, μὴ τοὺς δικαίους καὶ ἀγαθοὺς συναπολλύναι τοῖς πονηροῖς. τοῦ δὲ θεοῦ φήσαντος μηδένα εἶναι τῶν Σοδομιτῶν ἀγαθόν, εἰ γὰρ ἐν αὐτοῖς δέκα εἶεν συγχωρεῖν ἅπασι τὴν ἐπὶ τοῖς ἁμαρτήμασι τιμωρίαν, μὲν Ἅβραμος ἡσύχασεν· 1.200οἱ δὲ ἄγγελοι παρεγένοντο εἰς τὴν τῶν Σοδομιτῶν πόλιν, καὶ Λῶτος αὐτοὺς ἐπὶ ξενίαν παρεκάλει· λίαν γὰρ ἦν περὶ τοὺς ξένους φιλάνθρωπος καὶ μαθητὴς τῆς Ἁβράμου χρηστότητος. οἱ δὲ Σοδομῖται θεασάμενοι τοὺς νεανίσκους εὐπρεπεστάτους τῇ ὄψει διαφέροντας καὶ παρὰ Λώτῳ καταχθέντας ἐπὶ βίαν καὶ ὕβριν αὐτῶν τῆς ὥρας ἐτράπησαν. 1.201τοῦ δὲ Λώτου παραινοῦντος σωφρονεῖν καὶ μὴ χωρεῖν ἐπʼ αἰσχύνῃ τῶν ξένων, ἀλλʼ ἔχειν αἰδῶ τῆς παρʼ αὐτῷ καταγωγῆς, εἰ δὲ ἔχουσιν ἀκρατῶς, τὰς θυγατέρας αὐτοῦ ὑπὲρ ἐκείνων ταῖς ἐπιθυμίαις αὐτῶν λέγοντος παρέξειν, οὐδʼ οὕτως ἐπείσθησαν. 1.202

θεὸς οὖν ἀγανακτήσας αὐτῶν ἐπὶ τοῖς τολμήμασι τοὺς μὲν ἠμαύρωσεν, ὡς μὴ δυνηθῆναι τὴν εἴσοδον τὴν εἰς τὴν οἰκίαν εὑρεῖν, Σοδομιτῶν δὲ κατέκρινε πάνδημον ὄλεθρον. Λῶτος δὲ τοῦ θεοῦ τὴν μέλλουσαν ἀπώλειαν τῶν Σοδομιτῶν αὐτῷ φράσαντος ἀπαλλάσσεται τήν τε γυναῖκα καὶ τὰς θυγατέρας, δύο δὲ ἦσαν ἔτι παρθένοι, ἀναλαβών· οἱ γὰρ μνηστῆρες περιεφρόνησαν τῆς ἐξόδου εὐήθειαν ἐπικαλοῦντες τοῖς ὑπὸ τοῦ Λώτου λεγομένοις.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.196 Joseph. AJ 1.201 (English) >>Joseph. AJ 1.204

Powered by PhiloLogic